Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.70 Joseph. AJ 3.75 (English) >>Joseph. AJ 3.80

3.73

Ταῦτα Ῥαγουήλου παραινέσαντος Μωυσῆς ἀσμένως προσήκατο τὴν συμβουλίαν καὶ ποιεῖ κατὰ τὴν ὑποθήκην τὴν ἐκείνου τοῦ τρόπου τὴν ἐπίνοιαν οὐκ ἀποκρυψάμενος οὐδὲ σφετερισάμενος αὐτήν, ἀλλὰ ποιήσας φανερὸν τὸν ἐξευρηκότα τῷ πλήθει. 3.74κἀν τοῖς βιβλίοις δὲ Ῥαγουῆλον ἔγραψεν ὡς εὑρηκότα τὴν διάταξιν τὴν προειρημένην, καλῶς ἔχειν ἡγούμενος τἀληθῆ μαρτυρεῖν τοῖς ἀξίοις, εἰ καὶ δόξαν ἔμελλε φέρειν ἐπιγραφομένῳ τὰ ὑπὸ ἄλλων εὑρημένα, ὥστε τὴν Μωυσέος ἀρετὴν κἀκ τούτου καταμαθεῖν. ἀλλὰ περὶ μὲν ταύτης εὐκαίρως ἐν ἄλλοις τῆς γραφῆς δηλώσομεν. 3.75

Μωυσῆς δὲ συγκαλέσας τὴν πληθὺν αὐτὸς μὲν εἰς τὸ ὄρος ἀπέρχεσθαι τὸ Σιναῖον ἔλεγεν ὡς συνεσόμενος τῷ θεῷ καί τι λαβὼν παρʼ αὐτοῦ χρήσιμον ἐπανήξων πρὸς αὐτούς, ἐκείνους δʼ ἐκέλευσε πλησίον μετασκηνῶσαι τῷ ὄρει τὴν γειτνίασιν τοῦ θεοῦ προτιμήσαντας. 3.76ταῦτʼ εἰπὼν ἀνῄει πρὸς τὸ Σιναῖον ὑψηλότατον τῶν ἐν ἐκείνοις τοῖς χωρίοις ὀρῶν τυγχάνον καὶ διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους καὶ τῶν κρημνῶν τὸ ἀπότομον ἀνθρώποις οὐ μόνον οὐκ ἀναβατὸν ἀλλʼ οὐδὲ ὁραθῆναι δίχα πόνου τῆς ὄψεως δυνάμενον ἄλλως τε διὰ τὸ λόγον εἶναι περὶ τοῦ τὸν θεὸν ἐν αὐτῷ διατρίβειν φοβερὸν καὶ ἀπρόσιτον. 3.77Ἑβραῖοι δὲ κατὰ τὰς Μωυσέος ἐντολὰς μετεσκήνουν καὶ τὰς ὑπωρείας τοῦ ὄρους κατελαμβάνοντο ἠρμένοι ταῖς διανοίαις ὡς μετὰ τῆς ἐπαγγελίας τῶν ἀγαθῶν, ἣν προύτεινεν αὐτοῖς, ἐπανήξοντος Μωυσέος παρὰ τοῦ θεοῦ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.70 Joseph. AJ 3.75 (English) >>Joseph. AJ 3.80

Powered by PhiloLogic